Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.211 Dem. 23.215 (English) >>Dem. 23.218

23.213καὶ Ὠρείτας ἐκείνους, μέρος τέταρτον Εὐβοίας οἰκοῦντας, τὸν Χαρίδημον τοῦτον αὐτόν, μήτηρ μὲν ὑπάρχει πολῖτις ἐκεῖ, πατὴρ δʼ οὐκ ἐρῶ τίς πόθεν (οὐδὲν γὰρ δεῖ πλείω τῶν ἀναγκαίων αὐτὸν ἐξετάζεσθαι), ἀλλʼ ὅμως, τὸ ἥμισυ τοῦ γένους αὐτοῦ συμβαλλομένου, τοῦ ἡμίσεος μέχρι τῆς τήμερον ἡμέρας οὐκ ἠξιώκασιν, ἀλλʼ εἰς τοὺς νόθους ἐκεῖ συντελεῖ, καθάπερ ποτʼ ἐνθάδʼ εἰς Κυνόσαργες οἱ νόθοι· 23.214ὑμεῖς δʼ, ἄνδρες Ἀθηναῖοι, πάσης τῆς πόλεως μεταδόντες αὐτῷ καὶ τετιμηκότες ἄλλοις, ἔτι καὶ τοῦτʼ αὐτῷ προσθήσετε; ὅτι τί; ποίας ἔλαβεν ναῦς ὑμῖν διʼ ἃς ὑπὸ τῶν ἀπολωλεκότων ἐπιβουλεύεται; ποίαν πόλιν παρέδωκεν αἰχμάλωτον λαβών; τίνας κινδύνους ὑπὲρ ὑμῶν κεκινδύνευκεν; τίνας ἐχθροὺς τοὺς αὐτοὺς ὑμῖν ᾕρηται; οὐδʼ ἂν εἷς εἰπεῖν ἔχοι.

23.215περὶ δὴ τῶν νόμων ὧν παραγεγράμμεθʼ, ἄνδρες δικασταί, βούλομαι μικρὰ πρὸς ὑμᾶς εἰπὼν καταβαίνειν, νομίζω μνημονεύοντας ἂν ὑμᾶς ἄμεινον φυλάττειν, ἂν παράγειν καὶ φενακίζειν οὗτοι ζητῶσιν. πρῶτος νόμος ἄντικρυς εἴρηκεν, ἄν τις ἀποκτείνῃ, τὴν βουλὴν δικάζειν· δέ, ἄν τις ἀποκτείνῃ, εὐθὺς ἔγραψεν ἀγώγιμον εἶναι. τοῦτο φυλάττετε καὶ μέμνησθε, ὅτι πάντων ἐναντιώτατόν ἐστι τῷ κρίνειν τὸ μὴ διδόντα κρίσιν ἔκδοτον ποιεῖν. 23.216οὐκ ἐᾷ μετὰ ταῦθʼ δεύτερος νόμος οὐδὲ τὸν ἑαλωκότʼ ἀνδροφόνον λυμαίνεσθαι οὐδὲ χρήματα πράττεσθαι· δʼ ἐν τῷ ποιεῖν ἀγώγιμον πάντα ταῦτα δέδωκεν· ἐπὶ γὰρ τοῖς λαβοῦσιν ἔσται ποιεῖν τι ἂν βούλωνται. ἀπάγειν νόμος ὡς τοὺς θεσμοθέτας κελεύει, καὶ τοῦτʼ, ἂν ἐν τῇ τοῦ πεπονθότος λάβῃ τις πατρίδι· δʼ ἀγώγιμον αὐτῷ τῷ τὴν αἰτίαν ἐπενεγκόντι δίδωσιν ὡς αὑτόν, κἂν τῆς ἀλλοτρίας που λάβῃ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.211 Dem. 23.215 (English) >>Dem. 23.218

Powered by PhiloLogic